Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.145 Joseph. AJ 10.149 (English) >>Joseph. AJ 10.153

10.147ἐνεπρήσθη δὲ ναὸς μετὰ τετρακόσια ἔτη καὶ ἑβδομήκοντα καὶ μῆνας ἓξ καὶ δέκα ἡμέρας, ἀφʼ οὗ κατεσκευάσθη· τῇ δʼ ἐξ Αἰγύπτου μεταναστάσει τοῦ λαοῦ τότε ἦν ἔτη χίλια ἑξηκονταδύο μῆνες ἓξ ἡμέραι δέκα· τῷ δὲ κατακλυσμῷ μέχρι τῆς τοῦ ναοῦ πορθήσεως χρόνος ἦν πᾶς ἐτῶν χιλίων ἐνακοσίων πεντηκονταεπτὰ μηνῶν ἓξ ἡμερῶν δέκα· 10.148ἐξ οὗ δʼ ἐγεννήθη Ἄδαμος μέχρι τῶν περὶ τὸν ναὸν συμβάντων ἔτη ἐστὶ τετρακισχίλια πεντακόσια δεκατρία μῆνες ἓξ ἡμέραι δέκα. τοσοῦτον μὲν οὖν τὸ τούτων τῶν ἐτῶν πλῆθος· ὅσα γε μὴν ἐπράχθη καθʼ ἕκαστον τῶν συμβεβηκότων δεδηλώκαμεν. 10.149 δὲ στρατηγὸς τοῦ Βαβυλωνίων βασιλέως κατασκάψας τὰ Ἱεροσόλυμα καὶ τὸν λαὸν μεταναστήσας ἔλαβεν αἰχμαλώτους τὸν ἀρχιερέα Σεβαῖον καὶ τὸν μετʼ αὐτὸν ἱερέα Σεφενίαν καὶ τοὺς φυλάσσοντας τὸ ἱερὸν ἡγεμόνας, τρεῖς δὲ ἦσαν οὗτοι, καὶ τὸν ἐπὶ τῶν ὁπλιτῶν εὐνοῦχον καὶ τοὺς φίλους τοῦ Σαχχίου ἑπτὰ καὶ τὸν γραμματέα αὐτοῦ καὶ ἄλλους ἡγεμόνας ἑξήκοντα, οὓς ἅπαντας μεθʼ ὧν ἐσύλησε σκευῶν ἐκόμισε πρὸς τὸν βασιλέα εἰς Σαλάβαθα πόλιν τῆς Συρίας. 10.150 δὲ βασιλεὺς τοῦ μὲν ἀρχιερέως καὶ τῶν ἡγεμόνων ἐκέλευσεν ἐκεῖ τὰς κεφαλὰς ἀποτεμεῖν, αὐτὸς δὲ πάντας τοὺς αἰχμαλώτους καὶ τὸν Σαχχίαν εἰς Βαβυλῶνα δέσμιον ἐπήγετο καὶ Ἰωσάδακον τὸν ἀρχιερέα ὄντα υἱὸν Σαραία τοῦ ἀρχιερέως, ὃν ἀπέκτεινεν Βαβυλώνιος ἐν Ἀριβαθᾶ πόλει τῆς Συρίας, ὡς καὶ πρότερον ἡμῖν δεδήλωται.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.145 Joseph. AJ 10.149 (English) >>Joseph. AJ 10.153

Powered by PhiloLogic